[1] Ἀντὶ πολλῶν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο το μέλλον συνοίσειν τῇ πόλει περὶ νυνὶ σκοπεῖτε. Ὅτε τοίνυν τοῦθ’ οὕτως ἔχει, προσήκει προθύμως ἐθέλειν ἀκούειν τῶν βουλομένων συμβουλεύειν: οὐ γὰρ μόνον εἴ τι χρήσιμον ἐσκεμμένος ἥκει τις, τοῦτ’ ἄν ἀκούσαντες λάβοιτε, ἀλλὰ καὶ τῆς ὑμετέρας τύχης ὑπολαμβάνω πολλὰ τῶν δεόντων ἐκ τοῦ παραχρῆμ’ ἐνίοις ἄν ἐπελθεῖν εἰπεῖν, ὥστ’ ἐξ ἁπάντων ῥᾳδίαν τὴν τοῦ συμφέροντος ὑμῖν αἵρεσιν γενέσθαι.

[2] Ὁ μὲν οὖν παρὼν καιρός, ὦ ἄνδρες Ἀθηναῖοι, μόνον οὐχὶ λέγει φωνὴν ἀφιεὶς ὅτι τῶν πραγμάτων ὑμῖν ἐκείνων αὐτοῖς ἀντιληπτέον ἐστίν, εἴπερ ὑπὲρ σωτηρίας αὐτῶν φροντίζετε: ἡμεῖς δ’ οὐκ οἶδ’ ὅντινά μοι δοκοῦμεν ἔχειν τρόπον πρὸς αὐτὰ. Ἔστι δὴ τὰ γ’ ἐμοὶ δοκοῦντα, ψηφίσασθαι μὲν ἤδη τὴν βοήθειαν, καὶ παρασκευάσασθαι τὴν ταχίστην ὅπως ἐνθένδε βοηθήσετε. Καὶ μὴ πάθητε ταὐτὸν ὅπερ καὶ πρότερον, πρεσβείαν δὲ πέμπειν, ἥτις ταῦτ’ ἐρεῖ καὶ παρέσται τοῖς πράγμασιν:

[3] Ὡς ἔστι μάλιστα τοῦτο δέος, μὴ πανοῦργος ὤν καὶ δεινὸς ἄνθρωπος πράγμασι χρῆσθαι, τὰ μὲν εἴκων, ἡνίκ’ ἄν τύχῃ, τὰ δ’ ἀπειλῶν. Ἀξιόπιστος δ’ ἄν εἰκότως φαίνοιτο, τὰ δ’ ἡμᾶς διαβάλλων καὶ τὴν ἀπουσίαν τὴν ἡμετέραν, τρέψηται καὶ παρασπάσηταί τι τῶν ὅλων πραγμάτων.

 

 


 

 

Ταμείο Λέξεων

Λέγω (Α)

Ρᾳδία (Α)

Ὑπολαμβάνω (Α)

Φαίνομαι (Α)

Φαίνω (Α)

Χρῶμαι (Α)

Ψηφίζομαι (Α)